Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.]. | ||
<<Dem. 59.8 | Dem. 59.12 (English) | >>Dem. 59.14 |
59.10καὶ ἔλεγεν τὴν δίκην Στέφανος οὑτοσί , διομοσάμενος ὡς ἔκτεινεν Ἀπολλόδωρος τὴν γυναῖκα αὐτοχειρίᾳ , ἐξώλειαν αὑτῷ καὶ γένει καὶ οἰκίᾳ ἐπαρασάμενος , ἃ οὔτʼ ἐγένετο οὔτʼ εἶδεν οὔτʼ ἤκουσεν οὐδενὸς πώποτε ἀνθρώπων . ἐξελεγχθεὶς δʼ ἐπιορκῶν καὶ ψευδῆ αἰτίαν ἐπιφέρων , καὶ καταφανὴς γενόμενος μεμισθωμένος ὑπὸ Κηφισοφῶντος καὶ Ἀπολλοφάνους ὥστʼ ἐξελάσαι Ἀπολλόδωρον ἢ ἀτιμῶσαι ἀργύριον εἰληφώς , ὀλίγας ψήφους μεταλαβὼν ἐκ πεντακοσίων , ἀπῆλθεν ἐπιωρκηκὼς καὶ δόξας πονηρὸς εἶναι .
σκοπεῖτε δὴ αὐτοί , ὦ ἄνδρες δικασταί , ἐκ τῶν εἰκότων λογιζόμενοι πρὸς ὑμᾶς αὐτούς , τί ἂν ἐχρησάμην ἐμαυτῷ καὶ τῇ γυναικὶ καὶ τῇ ἀδελφῇ , εἴ τι Ἀπολλοδώρῳ συνέβη παθεῖν ὧν Στέφανος οὑτοσὶ ἐπεβούλευσεν αὐτῷ , ἢ ἐν τῷ προτέρῳ ἢ ἐν τῷ ὑστέρῳ ἀγῶνι ; ἢ ποίᾳ αἰσχύνῃ οὐκ ἂν καὶ συμφορᾷ περιπεπτωκὼς ἦν ;
59.12παρακαλούντων δή με ἁπάντων , ἰδίᾳ προσιόντων μοι , ἐπὶ τιμωρίαν τρέπεσθαι ὧν ἐπάθομεν ὑπʼ αὐτοῦ , καὶ ὀνειδιζόντων μοι ἀνανδρότατον ἀνθρώπων εἶναι , εἰ οὕτως οἰκείως ἔχων τὰ πρὸς τούτους μὴ λήψομαι δίκην ὑπὲρ ἀδελφῆς καὶ κηδεστοῦ καὶ ἀδελφιδῶν καὶ γυναικὸς ἐμαυτοῦ , μηδὲ τὴν περιφανῶς εἰς τοὺς θεοὺς ἀσεβοῦσαν καὶ εἰς τὴν πόλιν ὑβρίζουσαν καὶ τῶν νόμων καταφρονοῦσαν τῶν ὑμετέρων εἰσαγαγὼν εἰς ὑμᾶς καὶ ἐξελέγξας τῷ λόγῳ ὡς ἀδικεῖ , κυρίους καταστήσω ὅ τι ἂν βούλησθε χρῆσθαι αὐτῇ ,
59.11
Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.]. | ||
<<Dem. 59.8 | Dem. 59.12 (English) | >>Dem. 59.14 |